Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  2. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
  3. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
  4. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
  5. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  6. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  7. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  8. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,