Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
  2. κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
  3. εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
  4. καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
  5. νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
  6. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
  7. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  8. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,