Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  2. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
  3. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  4. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
  5. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
  6. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
  7. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  8. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  9. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  10. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  11. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  12. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  13. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  14. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
  15. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
  16. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
  17. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
  18. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  19. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
  20. νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
  21. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
  22. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  23. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
  24. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
  25. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
  26. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
  27. φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
  28. ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
  29. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
  30. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
  31. ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
  32. ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
  33. ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
  34. σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
  35. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
  36. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
  37. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
  38. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
  39. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
  40. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
  41. καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
  42. ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
  43. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
  44. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
  45. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
  46. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
  47. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
  48. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
  49. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
  50. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
  51. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
  52. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
  53. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  54. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
  55. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
  56. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  57. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
  58. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
  59. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
  60. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
  61. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
  62. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
  63. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
  64. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
  65. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
  66. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
  67. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
  68. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
  69. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  70. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
  71. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  72. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  73. ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
  74. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
  75. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
  76. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
  77. ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
  78. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
  79. βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
  80. ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
  81. ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
  82. ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
  83. χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
  84. οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
  85. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
  86. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  87. ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
  88. οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
  89. ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  90. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
  91. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
  92. πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
  93. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
  94. φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
  95. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
  96. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
  97. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  98. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
  99. πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
  100. ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
  101. δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
  102. μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
  103. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
  104. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
  105. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  106. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
  107. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
  108. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
  109. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  110. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
  111. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
  112. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  113. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
  114. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
  115. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.