Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  2. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  3. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  4. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  5. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  6. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  7. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  8. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  9. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  10. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  11. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  12. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  13. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
  14. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  15. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
  16. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
  17. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
  18. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  19. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  20. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  21. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  22. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  23. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  24. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  25. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  26. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  27. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  28. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  29. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  30. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  31. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  32. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  33. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
  34. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
  35. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
  36. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  37. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
  38. ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
  39. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
  40. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  41. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  42. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  43. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  44. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  45. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  46. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  47. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
  48. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  49. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  50. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  51. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  52. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  53. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  54. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  55. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  56. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  57. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  58. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
  59. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
  60. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
  61. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  62. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  63. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
  64. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  65. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  66. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  67. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
  68. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  69. οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  70. δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  71. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  72. ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
  73. νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
  74. ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
  75. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
  76. αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
  77. ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
  78. τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
  79. ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  80. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
  81. πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
  82. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
  83. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
  84. δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
  85. ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
  86. ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  87. οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  88. κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
  89. οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
  90. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
  91. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  92. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  93. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  94. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  95. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  96. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  97. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  98. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  99. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  100. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  101. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  102. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  103. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  104. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  105. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  106. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  107. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  108. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  109. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  110. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  111. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  112. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  113. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  114. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  115. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·