Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  2. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  3. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  4. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  5. πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
  6. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.