Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  • ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  • νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
  • ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
  • κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
  • παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.