Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
  2. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
  3. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
  4. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
  5. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  6. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
  7. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,