Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
  2. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
  3. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
  4. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
  5. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  6. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  7. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,