Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  2. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  3. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  4. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  5. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  6. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  7. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  8. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  9. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  10. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  11. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι