Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  2. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  3. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  4. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  5. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  6. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  7. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  8. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  9. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  10. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  11. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη