Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  2. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  3. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  4. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  5. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  6. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  7. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  8. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  9. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  10. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  11. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  12. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  13. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  14. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
  15. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  16. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  17. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  18. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·