Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  2. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  3. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  4. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  5. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  6. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
  7. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
  8. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
  9. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
  10. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  11. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
  12. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
  13. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  14. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  15. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  16. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  17. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  18. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·