Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
  2. νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
  3. ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
  4. δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
  5. ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
  6. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
  7. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
  8. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  9. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
  10. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
  11. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  12. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  13. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
  14. ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας