Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  2. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  3. νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
  4. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
  5. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
  6. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
  7. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
  8. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
  9. Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
  10. μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
  11. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
  12. Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
  13. πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
  14. δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.