Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
  2. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
  3. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
  4. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
  5. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  6. οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
  7. δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
  8. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
  9. ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
  10. νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
  11. ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
  12. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
  13. αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
  14. ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
  15. τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
  16. ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  17. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
  18. πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
  19. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
  20. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
  21. δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
  22. ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
  23. ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  24. οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
  25. κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
  26. οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
  27. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
  28. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
  29. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
  30. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
  31. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  32. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
  33. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
  34. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
  35. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
  36. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
  37. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
  38. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
  39. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
  40. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
  41. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
  42. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
  43. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
  44. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
  45. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
  46. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
  47. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
  48. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
  49. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
  50. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
  51. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
  52. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  53. ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
  54. καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
  55. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
  56. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  57. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  58. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  59. οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
  60. νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
  61. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
  62. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
  63. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
  64. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
  65. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
  66. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
  67. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
  68. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
  69. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
  70. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  71. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  72. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
  73. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
  74. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  75. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·