Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
  2. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  3. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
  4. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
  5. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
  6. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  7. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
  8. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
  9. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  10. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
  11. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
  12. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
  13. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  14. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  15. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  16. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  17. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  18. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  19. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  20. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  21. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  22. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  23. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  24. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  25. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
  26. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  27. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
  28. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
  29. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
  30. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  31. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  32. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  33. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  34. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  35. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  36. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  37. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  38. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  39. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  40. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  41. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
  42. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  43. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  44. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  45. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
  46. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
  47. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
  48. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  49. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
  50. ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
  51. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
  52. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  53. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  54. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  55. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  56. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  57. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  58. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  59. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
  60. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  61. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  62. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  63. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  64. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  65. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  66. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  67. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
  68. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
  69. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  70. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
  71. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
  72. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
  73. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
  74. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
  75. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,