Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
  2. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
  3. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
  4. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
  5. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
  6. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
  7. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  8. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε