Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  2. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
  3. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
  4. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
  5. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
  6. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
  7. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
  8. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.