Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
  2. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  3. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  4. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
  5. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
  6. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
  7. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·