Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  2. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
  3. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  4. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
  5. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
  6. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
  7. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.