Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  2. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
  3. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
  4. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
  5. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
  6. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
  7. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
  8. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
  9. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
  10. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
  11. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,