Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  2. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  3. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  4. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
  5. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
  6. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
  7. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
  8. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
  9. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
  10. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
  11. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι