ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκεκυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρηκείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖςνῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρτόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆςγίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μινγηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃσμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες