ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸςθυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰςκῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαιτρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶνκύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει