οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσωἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθονὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστηκρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τεεἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.