λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντιἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον