Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
  2. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
  3. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
  4. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
  5. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
  6. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
  7. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
  8. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
  9. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
  10. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
  11. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
  12. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
  13. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
  14. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
  15. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
  16. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
  17. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
  18. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
  19. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
  20. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
  21. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
  22. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
  23. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
  24. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
  25. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
  26. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
  27. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
  28. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
  29. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
  30. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
  31. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
  32. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
  33. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
  34. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
  35. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
  36. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
  37. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
  38. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
  39. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
  40. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
  41. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
  42. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
  43. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
  44. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
  45. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
  46. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
  47. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
  48. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
  49. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  50. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
  51. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
  52. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
  53. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
  54. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
  55. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
  56. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
  57. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
  58. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
  59. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
  60. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
  61. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
  62. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
  63. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
  64. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
  65. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
  66. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
  67. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
  68. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
  69. ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
  70. ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
  71. νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
  72. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  73. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
  74. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
  75. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  76. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
  77. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  78. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
  79. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
  80. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
  81. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
  82. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
  83. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
  84. ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
  85. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
  86. στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
  87. ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
  88. νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
  89. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  90. μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
  91. οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
  92. κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
  93. ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  94. ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
  95. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
  96. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  97. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  98. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
  99. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
  100. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
  101. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
  102. ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
  103. δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
  104. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
  105. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  106. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
  107. γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
  108. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
  109. τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
  110. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
  111. καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
  112. ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
  113. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
  114. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
  115. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
  116. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
  117. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  118. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
  119. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
  120. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
  121. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
  122. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
  123. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
  124. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  125. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  126. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
  127. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
  128. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
  129. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
  130. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
  131. βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
  132. ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
  133. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
  134. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
  135. ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
  136. βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
  137. τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
  138. φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
  139. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
  140. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
  141. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
  142. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  143. οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
  144. ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
  145. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  146. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
  147. καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
  148. βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  149. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
  150. καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
  151. οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
  152. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  153. ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
  154. οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
  155. ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
  156. Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
  157. αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
  158. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  159. τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
  160. οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
  161. χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
  162. ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
  163. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
  164. δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
  165. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  166. Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
  167. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  168. τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
  169. τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.