Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
  2. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
  3. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
  4. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
  5. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
  6. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
  7. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
  8. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,