Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
  • νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
  • οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
  • πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
  • ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
  • ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
  • Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
  • ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.