Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
  2. οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
  3. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
  4. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
  5. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
  6. Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
  7. μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
  8. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
  9. ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
  10. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
  11. νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
  12. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
  13. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.