καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσιτόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶβόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,