σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαοχρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,