Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησαἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴνἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαονῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειννοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,