κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινενἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷοὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰγίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαοφοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτωνἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαονόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶτεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτοτῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλεςοὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέωνοὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαοἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλοςαἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάωνἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃςἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλαςψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισιτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησαθῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσιχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶγαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποισυκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχονταλᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τελᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοιἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼςἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι