Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
  • νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
  • ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
  • ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
  • οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
  • ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  • ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
  • ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
  • καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  • Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
  • καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
  • πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
  • ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
  • ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
  • εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
  • οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  • γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
  • οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
  • πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
  • Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
  • ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
  • βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
  • ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
  • ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
  • ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
  • ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
  • εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
  • ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
  • ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
  • οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
  • οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
  • τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
  • πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
  • εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
  • τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
  • οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
  • αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
  • πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
  • αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
  • ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
  • ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
  • αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
  • Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
  • αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
  • οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
  • ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
  • πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
  • πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
  • ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
  • ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  • Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
  • κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
  • αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
  • Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
  • ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
  • ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  • δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·