Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
  • ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
  • οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα
  • οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
  • θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
  • ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
  • ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,
  • σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
  • μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,
  • ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
  • ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
  • λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
  • κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
  • ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
  • ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
  • νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,
  • ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
  • καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
  • ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
  • ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
  • ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
  • κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
  • νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  • εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
  • ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
  • ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
  • οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
  • ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
  • ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
  • ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
  • καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  • Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
  • καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
  • πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
  • ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,
  • ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
  • εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
  • οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  • γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,
  • οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
  • πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
  • Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
  • ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
  • ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
  • μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
  • βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
  • ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
  • ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
  • ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
  • ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
  • εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
  • ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
  • ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,
  • οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
  • οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,
  • τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ
  • πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
  • εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
  • τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
  • οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
  • αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
  • πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
  • αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
  • ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
  • ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
  • αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
  • Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
  • αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
  • οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,
  • ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
  • πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
  • πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
  • ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
  • ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
  • Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
  • κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
  • αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,
  • Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,
  • ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,
  • ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
  • δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·
  • κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
  • οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
  • δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν
  • ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην
  • καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
  • ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  • μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
  • ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ
  • οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
  • γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
  • ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
  • φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,
  • γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
  • αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
  • ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
  • οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
  • νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
  • τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
  • τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
  • παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
  • ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
  • τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
  • Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
  • Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
  • οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
  • οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
  • τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
  • ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
  • ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
  • αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
  • ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
  • ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς
  • ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
  • ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας
  • ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
  • ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·
  • ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
  • τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
  • ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
  • χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
  • ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
  • ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
  • τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα
  • θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,
  • τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
  • χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
  • καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
  • κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,
  • γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
  • δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
  • Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
  • Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
  • καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
  • ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
  • στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
  • ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,
  • τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
  • γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
  • δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
  • ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
  • συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
  • τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
  • τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
  • καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
  • λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
  • ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
  • λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι
  • ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·
  • αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
  • αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς
  • ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
  • τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
  • εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι
  • τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
  • παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
  • ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
  • πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,
  • γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
  • δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
  • σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
  • χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
  • ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
  • ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
  • μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,
  • ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
  • ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
  • καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
  • ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
  • Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
  • εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ
  • δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
  • καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον
  • φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
  • τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
  • Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
  • ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
  • αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι
  • ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
  • καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
  • Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
  • ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν
  • ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
  • μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
  • ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
  • αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
  • αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  • οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
  • τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
  • πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
    1. αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
    2. νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
    3. νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης
    4. οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
    5. νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
    6. ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
    7. ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
    8. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
    9. δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
    10. οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
    11. φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,
    12. θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
    13. αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,
    14. τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
    15. πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
    16. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην
    17. ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα
    18. ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ
    19. σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
    20. ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·
    21. σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
    22. δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
    23. ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
    24. αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
    25. πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
    26. σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
    27. ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
    28. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
    29. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
    30. ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
    31. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
    32. οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
    33. ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
    34. εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
    35. αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
    36. καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
    37. ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,
    38. ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
    39. Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
    40. ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
    41. ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
    42. Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα
    43. οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
    44. ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
    45. ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς
    46. ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
    47. ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων
    48. κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
    49. τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,
    50. δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
    51. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,
    52. ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.
    53. εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
    54. οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
    55. αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
    56. ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,
    57. ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
    58. θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.
    59. ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς
    60. κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·
    61. Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
    62. τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
    63. τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
    64. ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·
    65. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
    66. τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
    67. ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
    68. κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.
    69. οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
    70. Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.
    71. καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
    72. ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
    73. οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
    74. ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
    75. κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη
    76. κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.
    77. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,
    78. οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·
    79. πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
    80. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
    81. πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
    82. νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.
    83. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
    84. τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
    85. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
    86. τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
    87. γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν
    88. γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.
    89. τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
    90. ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
    91. σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
    92. πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
    93. μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
    94. ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
    95. αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
    96. δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
    97. κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
    98. τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
    99. παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ
    100. φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
    101. τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
    102. πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.
    103. τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·
    104. τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
    105. τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ
    106. δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·
    107. οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.
    108. ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
    109. νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
    110. ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
    111. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
    112. εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
    113. εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
    114. τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.
    115. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
    116. σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
    117. καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
    118. ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,
    119. δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·
    120. οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.
    121. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
    122. δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
    123. τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.
    124. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
    125. μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·
    126. ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
    127. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ
    128. βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
    129. ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,
    130. πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,
    131. οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,
    132. νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
    133. ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
    134. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
    135. Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
    136. μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
    137. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
    138. ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
    139. εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,
    140. νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
    141. ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
    142. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
    143. ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·
    144. αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
    145. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
    146. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
    147. ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
    148. ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
    149. ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
    150. Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
    151. αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
    152. ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.
    153. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
    154. ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους
    155. θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·
    156. ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
    157. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
    158. Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
    159. φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.
    160. οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ
    161. δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,
    162. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.
    163. εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
    164. ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.
    165. ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·
    166. τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
    167. νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.
    168. αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
    169. ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
    170. ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο
    171. καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ
    172. ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
    173. αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
    174. τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·
    175. αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
    176. Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·
    177. ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.
    178. οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
    179. ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·
    180. αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
    181. ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
    182. ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς
    183. ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·
    184. δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
    185. νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
    186. οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
    187. πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,
    188. ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
    189. ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ
    190. Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
    191. ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
    192. ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ
    193. ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους
    194. ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.
    195. αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
    196. πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
    197. αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα
    198. φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,
    199. αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
    200. ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
    201. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα
    202. καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
    203. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,
    204. βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ
    205. νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
    206. αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
    207. μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
    208. ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
    209. οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
    210. εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
    211. ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
    212. ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
    213. νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
    214. ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
    215. τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
    216. δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
    217. σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ
    218. βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
    219. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
    220. νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
    221. κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
    222. ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
    223. Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
    224. μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
    225. εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
    226. καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
    227. λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
    228. αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
    229. μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
    230. πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
    231. Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
    232. οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
    233. πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
    234. ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
    235. ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
    236. δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
    237. ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
    238. πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη
    239. ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
    240. ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
    241. πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
    242. δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
    243. ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.
    244. ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
    245. τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
    246. ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
    247. σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους
    248. ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
    249. ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες
    250. ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
    251. ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
    252. ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
    253. ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
    254. ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
    255. ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
    256. αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
    257. χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
    258. οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
    259. πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
    260. αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
    261. Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
    262. ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
    263. πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.
    264. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
    265. μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων
    266. οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ
    267. μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
    268. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
    269. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
    270. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·
    271. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
    272. ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
    273. Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε
    274. νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·
    275. ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
    276. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
    277. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
    278. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·
    279. σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα
    280. κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
    281. ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
    282. οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
    283. νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
    284. ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
    285. νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
    286. ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
    287. γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
    288. ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
    289. ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
    290. νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
    291. ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
    292. δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
    293. ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
    294. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
    295. καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
    296. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
    297. Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
    298. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·
    299. εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν
    300. εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
    301. ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι
    302. ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
    303. ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.
    304. αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
    305. στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
    306. ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
    307. νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
    308. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
    309. μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
    310. οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·
    311. κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
    312. ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
    313. ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
    314. λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
    315. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
    316. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
    317. νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
    318. ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·
    319. καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·
    320. ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
    321. ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·
    322. δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
    323. Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
    324. ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
    325. μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
    326. γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
    327. οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
    328. τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
    329. ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
    330. καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
    331. ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
    332. γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
    333. δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
    334. εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
    335. ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
    336. χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
    337. ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
    338. οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
    339. Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
    340. κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
    341. πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
    342. λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
    343. ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
    344. ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
    345. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
    346. αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
    347. τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
    348. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
    349. νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,
    350. βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
    351. ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
    352. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
    353. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
    354. ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
    355. βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
    356. τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
    357. φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
    358. οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
    359. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
    360. μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
    361. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
    362. οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,
    363. ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
    364. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
    365. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
    366. καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
    367. βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
    368. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
    369. καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
    370. οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
    371. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
    372. ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
    373. οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
    374. ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
    375. Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
    376. αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
    377. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
    378. τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
    379. οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
    380. χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
    381. ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
    382. εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,
    383. δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
    384. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
    385. Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε
    386. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
    387. τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
    388. τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
    389. ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
    390. ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
    391. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
    392. νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
    393. εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
    394. τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
    395. εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,
    396. ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
    397. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
    398. δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·
    399. ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
    400. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
    401. ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
    402. ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
    403. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
    404. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
    405. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
    406. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
    407. ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε
    408. κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
    409. ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
    410. ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα
    411. εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ
    412. πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε
    413. πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
    414. κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
    415. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
    416. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
    417. ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
    418. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
    419. κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
    420. αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους
    421. λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
    422. ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ
    423. ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
    424. τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
    425. ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
    426. ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
    427. ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
    428. ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
    429. παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι
    430. ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
    431. ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
    432. αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,
    433. τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
    434. οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·
    435. ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,
    436. μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
    437. νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω
    438. ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον
    439. ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
    440. κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
    441. τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
    442. ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
    443. μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
    444. ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
    445. Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
    446. εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
    447. ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
    448. νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
    449. ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
    450. ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
    451. ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
    452. σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν
    453. αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
    1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
    2. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
    3. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
    4. ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
    5. ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω
    6. ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
    7. ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
    8. ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
    9. αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.
    10. εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
    11. κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
    12. δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·
    13. ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
    14. ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
    15. τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
    16. ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.
    17. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
    18. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
    19. νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.
    20. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,
    21. αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων
    22. βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.
    23. οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.
    24. τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο
    25. Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
    26. μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα
    27. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
    28. Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
    29. πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
    30. δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.
    31. ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
    32. νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·
    33. ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
    34. δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·
    35. ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
    36. αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
    37. Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·
    38. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
    39. πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·
    40. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
    41. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
    42. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
    43. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
    44. ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
    45. κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
    46. παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
    47. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
    48. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
    49. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
    50. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
    51. πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
    52. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
    53. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
    54. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
    55. ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
    56. αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
    57. Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
    58. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
    59. χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
    60. ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.
    61. αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ
    62. παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
    63. ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
    64. τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
    65. ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·
    66. Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,
    67. τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
    68. τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·
    69. ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
    70. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
    71. αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
    72. δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·
    73. κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
    74. νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
    75. πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
    76. σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
    77. κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
    78. εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
    79. καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
    80. νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
    81. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
    82. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
    83. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
    84. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
    85. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
    86. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
    87. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
    88. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
    89. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
    90. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
    91. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
    92. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
    93. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
    94. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
    95. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
    96. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
    97. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
    98. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
    99. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
    100. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι
    101. νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
    102. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
    103. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
    104. ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
    105. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
    106. λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
    107. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
    108. φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
    109. ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
    110. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
    111. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ
    112. ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
    113. ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα
    114. ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,
    115. σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
    116. οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
    117. πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
    118. αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
    119. κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
    120. ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
    121. ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
    122. καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν
    123. ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
    124. πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
    125. αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων
    126. λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
    127. πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
    128. Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι
    129. τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
    130. Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
    131. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα
    132. οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
    133. πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
    134. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
    135. κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
    136. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
    137. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
    138. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
    139. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
    140. ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
    141. οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη
    142. πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
    143. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
    144. οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
    145. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
    146. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
    147. αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
    148. ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
    149. νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
    150. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
    151. ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
    152. ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
    153. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
    154. ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
    155. ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
    156. λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
    157. νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
    158. ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
    159. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
    160. βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
    161. ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
    162. ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,
    163. ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
    164. χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.
    165. οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον
    166. Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
    167. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
    168. ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ
    169. οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
    170. ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
    171. τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·
    172. ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει
    173. πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι
    174. ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
    175. φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
    176. ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
    177. ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
    178. ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
    179. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·
    180. πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
    181. ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
    182. δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
    183. μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
    184. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
    185. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
    186. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
    187. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
    188. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
    189. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
    190. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
    191. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
    192. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
    193. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
    194. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
    195. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
    196. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
    197. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
    198. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
    199. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
    200. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
    201. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
    202. ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
    203. πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
    204. πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
    205. αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
    206. ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
    207. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
    208. καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
    209. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
    210. ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
    211. οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο
    212. ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.
    213. Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
    214. ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
    215. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,
    216. μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
    217. ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
    218. ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
    219. τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν
    220. ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
    221. πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
    222. ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
    223. παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
    224. δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·
    225. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
    226. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
    227. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
    228. ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
    229. χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
    230. ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε
    231. εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
    232. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
    233. τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
    234. ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
    235. κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
    236. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
    237. νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
    238. εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
    239. οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,
    240. ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
    241. ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
    242. ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
    243. οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
    244. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
    245. γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
    246. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη
    247. παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
    248. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,
    249. τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
    250. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
    251. χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
    252. Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
    253. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
    254. οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,
    255. αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
    256. πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
    257. τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς
    258. χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα
    259. φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
    260. Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
    261. ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
    262. οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
    263. Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,
    264. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
    265. οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
    266. δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
    267. τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
    268. ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·
    269. νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας
    270. ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
    271. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
    272. αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
    273. ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
    274. τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
    275. ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
    276. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
    277. πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
    278. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
    279. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
    280. δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
    281. ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
    282. ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
    283. οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
    284. κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
    285. οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
    286. ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
    287. ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
    288. χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ
    289. καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
    290. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
    291. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
    292. ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
    293. σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,
    294. οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
    295. μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
    296. ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
    297. κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων
    298. βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
    299. μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως
    300. Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
    301. ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
    302. καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
    303. νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
    304. χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
    305. ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
    306. εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
    307. κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
    308. μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,
    309. πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
    310. πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
    311. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
    312. ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
    313. καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
    314. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,
    315. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
    316. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
    317. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
    318. οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα
    319. νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
    320. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
    321. ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
    322. πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
    323. θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
    324. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
    325. ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην
    326. γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω
    327. ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
    328. εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
    329. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
    330. αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
    331. τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
    332. οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
    333. ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
    334. ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
    335. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
    336. πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
    337. ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
    338. φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
    339. αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ
    340. ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
    341. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
    342. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
    343. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
    344. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
    345. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
    346. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
    347. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
    348. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
    349. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
    350. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
    351. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
    352. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
    353. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
    354. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
    355. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
    356. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
    357. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
    358. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
    359. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
    360. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
    361. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
    362. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
    363. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
    364. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
    365. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
    366. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
    367. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
    368. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
    369. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
    370. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
    371. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
    372. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
    373. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
    374. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
    375. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
    376. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
    377. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
    378. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
    379. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
    380. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
    381. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
    382. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
    383. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
    384. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
    385. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
    386. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
    387. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
    388. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
    389. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
    390. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
    391. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
    392. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
    393. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
    394. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
    395. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
    396. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
    397. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
    398. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
    399. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
    400. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
    401. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
    402. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
    403. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
    404. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
    405. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
    406. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
    407. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
    408. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
    409. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
    410. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
    411. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
    412. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
    413. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
    414. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
    415. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
    416. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
    417. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
    418. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
    419. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
    420. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
    421. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
    422. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
    423. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
    424. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
    425. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
    426. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
    427. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
    428. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
    429. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
    430. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
    431. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
    432. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
    433. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
    434. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
    435. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
    436. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
    437. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
    438. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
    439. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
    440. ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
    1. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
    2. χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
    3. πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
    4. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
    5. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
    6. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
    7. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
    8. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
    9. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
    10. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
    11. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
    12. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
    13. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
    14. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
    15. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
    16. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
    17. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
    18. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
    19. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
    20. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
    21. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
    22. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
    23. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
    24. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
    25. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
    26. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
    27. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
    28. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
    29. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
    30. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
    31. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
    32. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
    33. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
    34. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
    35. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
    36. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
    37. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
    38. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
    39. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
    40. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
    41. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
    42. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
    43. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
    44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
    45. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
    46. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
    47. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
    48. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
    49. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
    50. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
    51. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
    52. ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
    53. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
    54. ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
    55. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
    56. ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
    57. ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
    58. ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
    59. γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
    60. αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
    61. οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
    62. ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
    63. οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
    64. οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
    65. ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
    66. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
    67. τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
    68. ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
    69. πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
    70. καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
    71. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
    72. ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
    73. βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
    74. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
    75. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
    76. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
    77. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
    78. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
    79. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
    80. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
    81. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
    82. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
    83. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
    84. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
    85. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
    86. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
    87. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
    88. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
    89. οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
    90. κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
    91. μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
    92. κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
    93. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
    94. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
    95. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
    96. ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
    97. ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
    98. οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
    99. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
    100. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
    101. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
    102. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
    103. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
    104. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
    105. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
    106. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
    107. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
    108. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
    109. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
    110. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
    111. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
    112. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
    113. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
    114. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
    115. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
    116. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
    117. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
    118. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
    119. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
    120. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
    121. τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
    122. ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
    123. ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
    124. ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
    125. ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
    126. ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
    127. ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
    128. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
    129. καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
    130. ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
    131. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
    132. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
    133. τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
    134. ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
    135. ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
    136. κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
    137. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
    138. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
    139. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
    140. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
    141. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
    142. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
    143. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
    144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
    145. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
    146. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
    147. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
    148. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
    149. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
    150. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
    151. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
    152. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
    153. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
    154. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
    155. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
    156. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
    157. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
    158. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
    159. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
    160. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
    161. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
    162. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
    163. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
    164. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
    165. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
    166. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
    167. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
    168. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
    169. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
    170. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
    171. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
    172. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
    173. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
    174. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
    175. Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
    176. καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
    177. πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
    178. τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
    179. ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
    180. ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
    181. οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
    182. νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
    183. ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
    184. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
    185. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
    186. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
    187. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
    188. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
    189. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
    190. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
    191. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
    192. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
    193. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
    194. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
    195. δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
    196. ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
    197. οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
    198. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
    199. ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
    200. ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
    201. υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
    202. γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
    203. παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
    204. Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
    205. ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
    206. ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
    207. ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
    208. εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
    209. παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
    210. αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
    211. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
    212. εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
    213. οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
    214. ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
    215. γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
    216. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
    217. καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
    218. ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
    219. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
    220. ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
    221. ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
    222. τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
    223. οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
    224. ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
    225. καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
    226. λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
    227. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
    228. ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
    229. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
    230. εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
    231. ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
    232. τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
    233. λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
    234. δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
    235. ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
    236. ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
    237. δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
    238. νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
    239. ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
    240. ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
    241. τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
    242. οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
    243. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
    244. μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
    245. κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
    246. Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
    247. νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
    248. ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
    249. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
    250. δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
    251. θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
    252. ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
    253. ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
    254. ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
    255. νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
    256. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
    257. πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
    258. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
    259. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
    260. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
    261. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
    262. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
    263. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
    264. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
    265. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
    266. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
    267. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
    268. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
    269. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
    270. μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
    271. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
    272. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
    273. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
    274. ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
    275. αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
    276. αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
    277. καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
    278. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
    279. καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
    280. ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
    281. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
    282. ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
    283. ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
    284. ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
    285. ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
    286. χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
    287. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
    288. δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
    289. τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
    290. ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
    291. Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
    292. ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
    293. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
    294. ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
    295. ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
    296. ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
    297. κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
    298. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
    299. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
    300. μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
    301. ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
    302. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
    303. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
    304. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
    305. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
    306. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
    307. ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
    308. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
    309. κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
    310. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
    311. ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
    312. ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
    313. τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
    314. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
    315. γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
    316. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
    317. ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
    318. αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
    319. χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
    320. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
    321. ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
    322. ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
    323. καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
    324. χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
    325. καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
    326. τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
    327. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
    328. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
    329. ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
    330. ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
    331. ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
    332. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
    333. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
    334. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
    335. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
    336. ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
    337. ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
    338. ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
    339. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
    340. αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
    341. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
    342. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
    343. ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
    344. ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
    345. ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
    346. ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
    347. ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
    348. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
    349. ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
    350. ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
    351. στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
    352. νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
    353. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
    354. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
    355. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
    356. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
    357. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
    358. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
    359. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
    360. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
    361. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
    362. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
    363. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
    364. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
    365. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
    366. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
    367. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
    368. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
    369. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
    370. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
    371. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
    372. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
    373. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
    374. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
    375. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
    376. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
    377. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
    378. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
    379. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
    380. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
    381. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
    382. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
    383. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
    384. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
    385. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
    386. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
    387. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
    388. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
    389. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
    390. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
    391. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
    392. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
    393. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
    394. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
    395. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
    396. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
    397. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
    398. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
    399. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
    400. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
    401. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
    402. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
    403. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
    404. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
    405. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
    406. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
    407. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
    408. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
    409. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
    410. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
    411. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
    412. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
    413. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
    414. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
    415. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
    416. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
    417. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
    418. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
    419. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
    420. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
    421. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
    422. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
    423. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν