βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσενὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τεἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροινωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιοἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσαςκείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητιςἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρωνβάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπιςνοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαοχερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γεἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσινοἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖαοἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσωθηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεκούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖςἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷνήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτιςὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαννῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσινἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆοςκαὶ Πατροκλῆος καὶ ἀμύμονος ἈντιλόχοιοΑἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τετῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαοκαί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴνεἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσινἈργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσινἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃπέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιοπᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσηςἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροιΚήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντεςδάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσινοὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶνδάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευενἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπηνκαὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,