Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  2. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  3. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  5. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  6. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  7. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  8. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  9. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  10. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  11. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
  12. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
  13. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  14. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  15. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  16. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  17. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  18. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  19. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  20. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  21. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  22. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  23. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  24. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
  25. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  26. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  27. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
  28. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
  29. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
  30. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·