Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
  • τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
  • οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
  • ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
  • τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
  • τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
  • εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
  • καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
  • Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
  • οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
  • καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
  • ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
  • εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
  • οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
  • φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
  • Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
  • Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
  • καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
  • ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
  • ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
  • ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
  • Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
  • κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
  • ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
  • ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
  • Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
  • Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
  • ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  • πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  • ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·