ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμωνἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντεςἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτετεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτινεἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,