γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξαςγῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχωνΚαδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσωπολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺςγῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺςτῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπουςἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης