Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
  2. Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·
  3. ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
  4. ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,
  5. ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω
  6. πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
  7. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
  8. γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
  9. ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
  10. ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·
  11. ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
  12. Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.
  13. τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
  14. τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς
  15. τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
  16. ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
  17. ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων
  18. ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
  19. δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
  20. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  21. ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  22. καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
  23. θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.
  24. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
  25. ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
  26. Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
  27. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·
  28. οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
  29. ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε
  30. τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
  31. τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
  32. εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
  33. καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,
  34. Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,
  35. οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
  36. καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·
  37. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
  38. εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
  39. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
  40. φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
  41. Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ
  42. Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
  43. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·
  44. ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
  45. ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
  46. ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
  47. Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,
  48. κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
  49. ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
  50. ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα
  51. Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
  52. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,
  53. ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
  54. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  55. ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·
  56. πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
  57. εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους
  58. ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
  59. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
  60. κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
  61. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
  62. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
  63. εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
  64. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·
  65. τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
  66. οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν
  67. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
  68. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  69. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  70. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  71. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  72. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  73. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  74. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  75. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  76. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  77. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  78. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  79. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
  80. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  81. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  82. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
  83. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
  84. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
  85. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
  86. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
  87. πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
  88. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  89. ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,
  90. ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
  91. βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
  92. ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·
  93. σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
  94. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
  95. πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.
  96. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  97. εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ
  98. Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
  99. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη
  100. εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
  101. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
  102. τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
  103. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  104. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  105. ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
  106. εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
  107. τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,
  108. κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
  109. οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
  110. ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
  111. αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ
  112. ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
  113. ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  114. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ
  115. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  116. ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·
  117. κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,