Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
  • πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
  • ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις
  • νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
  • εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
  • ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
  • οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
  • γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
  • ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ
  • Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
  • ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  • τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
  • ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
  • οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
  • εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
  • ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
  • ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
  • εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
  • ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
  • ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
  • καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  • σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
  • φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  • σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
  • Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
  • δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
  • πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
  • ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
  • δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
  • ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
  • ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
  • αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
  • πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
  • φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
  • ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
  • σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
  • οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
  • οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
  • οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
  • οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
  • τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
  • ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,
  • σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας
  • μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
  • τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
  • τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
  • ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
  • καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
  • μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
  • ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
  • ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
  • ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια
  • ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
  • ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
  • οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
  • ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·
  • οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
  • ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
  • δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,
  • ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
  • ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα
  • ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
  • νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες
  • ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
  • ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
  • αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
  • αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
  • ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
  • σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
  • οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
  • αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
  • ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
  • ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
  • ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
  • φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·
  • ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,
  • ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
  • καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
  • τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
  • ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·
  • πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
  • κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
  • λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
  • αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
  • ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  • χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ
  • τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
  • ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
  • νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·
  • αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
  • ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
  • ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
  • τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
  • ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
  • ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
  • τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
  • Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
  • τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
  • ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
  • καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,
  • οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
  • πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο
  • ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
  • τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
  • ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
  • γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·
  • καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
  • τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
  • μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
  • ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
  • γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας
  • γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.