ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξεισὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστατηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξαςμητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντεἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνειαὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·