Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
  • ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
  • ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
  • εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
  • ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
  • ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
  • καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
  • σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ
  • φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
  • σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
  • Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
  • δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
  • πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
  • ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
  • δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
  • ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
  • ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
  • αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,
  • πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
  • φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.