εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιμνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσικτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσανἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄουςοὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτηςφήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃγήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸνἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτωναἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσωΤειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόενταζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνειςνηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθεςεἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαοψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆςγῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳἼλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιραοἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη