ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντοπλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαιἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρονἈρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντοὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκαεὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες