Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
  • μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
  • οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
  • βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
  • ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·
  • ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
  • ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
  • τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.
  • αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
  • ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·
  • οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
  • ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
  • νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.
  • ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
  • ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
  • Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε
  • Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
  • αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·
  • ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
  • μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
  • ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
  • ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
  • ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας
  • κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
  • ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  • καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
  • καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
  • εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.