Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
  • τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·
  • ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
  • ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
  • ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
  • ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
  • ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,
  • ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
  • αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
  • πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,
  • οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·
  • αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
  • αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·
  • ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
  • ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,
  • καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
  • δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
  • οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
  • ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
  • οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
  • ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
  • κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
  • θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
  • ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
  • Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·
  • οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο
  • ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·
  • ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
  • οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
  • εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.