ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντεςφοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισινβάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρειἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦτῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσαἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτραςνηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεΚίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιομητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκταςκείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.